Ancient Greek · ~2 min
B, Chapter 3
Theophrastus, Enquiry into Plants 3.1-2
Not analysed yet
III. Φασὶ δ᾿ οὖν αὐτομάτην τινὰ γίνεσθαι τῶν τοιούτων μεταβολήν, ὁτὲ μὲν τῶν καρπῶν ὁτὲ δὲ καὶ ὅλως αὐτῶν τῶν δένδρων, ἂ καὶ σημεῖα νομίζουσιν οἱ μάντεις· οἷον ῥόαν ὀξεῖαν γλυκεῖαν ἐξενεγκεῖν καὶ γλυκεῖαν ὀξεῖαν· καὶ πάλιν ἁπλῶς αὐτὰ τὰ δένδρα μεταβάλλειν, ὥστε ἐξ ὀξείας γλυκεῖαν γίνεσθαι καὶ ἐκ γλυκείας ὀξεῖαν· χεῖρον δὲ τὸ εἰς γλυκεῖαν μεταβάλλειν. καὶ ἐξ ἐρινεοῦ συκῆν καὶ ἐκ συκῆς ἐρινεόν· χεῖρον δὲ τὸ ἐκ συκῆς. καὶ ἐξ ἐλάας κότινον καὶ ἐκ κοτίνου ἐλάαν· ἥκιστα δὲ τοῦτο. πάλιν δὲ συκῆν ἐκ λευκῆς μέλαιναν καὶ ἐκ μελαίνης λευκήν. ὁμοίως δὲ τοῦτο καὶ ἐπὶ ἀμπέλου.