Ancient Greek · ~2 min
B, Chapter 2
Theophrastus, Enquiry into Plants 2.12
Not analysed yet
ὡσαύτως δὲ δῆλον ὅτι καὶ ὅσα ἐξημεροῦται τῶν ἀγρίων ἢ ἀπαγριοῦται τῶν ἡμέρων· τὰ μὲν γὰρ θεραπείᾳ τὰ δ᾿ ἀθεραπευσίᾳ μεταβάλλει· πλὴν εἴ τις λέγοι μηδὲ μεταβολὴν ἀλλ᾿ ἐπίδοσιν εἰς τὸ βέλτιον εἶναι καὶ χεῖρον· οὐ γὰρ οἷόν τε τὸν κότινον ποιεῖν ἐλάαν οὐδὲ τὴν ἀχράδα ποιεῖν ἄπιον οὐδὲ τὸν ἐρινεὸν συκῆν. ὃ γὰρ ἐπὶ τοῦ κοτινου φασὶ συμβαίνειν, ὥστ᾿ ἐὰν περικοπεὶς τὴν θαλιαν ὅλως μεταφυτευθῇ φέρειν φαυλίας, μετακίνησίς τις γίνεται οὐ μεγάλη. ταῦτα μὲν οὖν ὁποτέρως δεῖ λαβεῖν οὐθὲν ἂν διαφέροι.