Ancient Greek
Γ, Chapter 3
Theophrastus, Enquiry into Plants 3.1-3
Not analysed yet
III. Ἴδια δὲ τὰ τοιάδε τῶν ὀρεινῶν, ἃ ἐν τοῖς πεδίοις οὐ φύεται, ἐλάτη πεύκη πίτυς ἀγρία φίλυρα ζυγία φηγὸς πύξος ἀνδράχλη μίλος ἄρκευθος τέρμινθος ἐρινὸς φιλύκη ἀφάρκη καρύα διοσβάλανος πρῖνος. τὰ δὲ καὶ ἐν τοῖς πεδίοις μυρίκη πτελέα λεύκη ἰτέα αἴγειρος κρανεία θηλυκρανεία κλήθρα δρῦς λακάρη ἀχρὰς μηλέα ὀστρύα κήλαστρον μελία παλίουρος ὀξυάκανθος σφένδαμνος, ἣν ἐν μὲν τῷ ὄρει πεφυκυῖαν ζυγίαν καλοῦσιν, ἐν δὲ τῷ πεδίῳ γλεῖνον. οἱ δ᾿ ἄλλως διαιροῦσι καὶ ἕτερον ποιοῦσιν εἶδος σφενδάμνου καὶ ζυγίας.