Ancient Greek · ~3 min
Γ, Chapter 3
Theophrastus, Enquiry into Plants 3.2-3
Not analysed yet
Ἅπαντα δὲ ὅσα κοινὰ τῶν ὀρῶν καὶ τῶν πεδίων, μείζω μὲν καὶ καλλίω τῇ ὄψει τὰ ἐν τοῖς πεδίοις γίνεται, κρείττω δὲ τῇ χρείᾳ τῇ τε τῶν ξύλων καὶ τῇ τῶν καρπῶν τὰ ὀρεινά· πλὴν ἀχράδος καὶ ἀπίου καὶ μηλέας· αὗται δ᾿ ἐν τοῖς πεδίοις κρείττους οὐ μόνον τοῖς καρποῖς ἀλλὰ καὶ τοῖς ξύλοις· ἐν γὰρ τοῖς ὄρεσι μικραὶ καὶ ὀζώδεις καὶ ἀκανθώδεις γίνονται· πάντα δὲ καὶ ἐν τοῖς ὄρεσιν, ὅταν ἐπιλάβωνται τῶν οἰκείων τόπων, καὶ καλλίω φύεται καὶ εὐθενεῖ μᾶλλον· ὡς δὲ ἀπλῶς εἰπεῖν τὰ ἐν τοῖς ὁμαλέσι τῶν ὀρῶν καὶ μάλιστα. τῶν δὲ ἄλλων τὰ ἐν τοῖς κάτω καὶ κοίλοις· τὰ δ᾿ ἐπὶ τῶν ἄκρων χείριστα, πλὴν εἴ τι τῇ φύσει φιλόψυχρον· ἔχει δὲ καὶ ταῦτ᾿ αὖ τινα διαφορὰν ἐν τοῖς ἀνομοίοις τῶν τόπων, ὑπὲρ ὧν ὕστερον λεκτέον· νῦν δὲ διαιρετέον ἕκαστον κατὰ τὰς διαφορὰς τὰς εἰρημένας.