Ancient Greek · ~3 min
Ε, Chapter 3
Theophrastus, Enquiry into Plants 3.1-5
Not analysed yet
ΙΙΙ. Κατὰ δὲ τὰς ἴδας ἑκάστου φύσεις αἱ τοιαῦταί εἰσι διαφοραί, οἶον πυκνότης μανότης βαρύτης κουφότης σκληρότης μαλακότης, ὡσαύτως δὲ καὶ εἴ τις ἄλλη τοιαύτη· κοιναὶ δὲ ὁμοίως αὗται καὶ τῶν ἡμέρων καὶ τῶν ἀγρίων, ὥστε περὶ πάντων λεκτέον. Πυκνότατα μὲν οὖν δοκεῖ καὶ βαρύτατα πύξος εἶναι καὶ ἔβενος· οὐδὲ γὰρ οὐδ' ἐπὶ τοῦ ὅδατος ταῦτ’ ἐπινεῖ. καὶ ἡ μὲν πύξος ὅλη, τῆς δὲ ἐβένου ἡ μήτρα, ἐν ῇ καὶ ἡ τοῦ χρώματός ἐστι μελανία. τῶν δ’ ἄλλων ὁ λωτός. πυκνὸν δὲ καὶ ἡ τῆς δρυὸς μήτρα, ἣν καλοῦσι μελάνδρυον· καὶ ἔτι μᾶλλον ἡ τοῦ κυτίσου· παρομοία γὰρ αὕτη δοκεῖ τῇ ἐβένῳ εἶναι.