Ancient Greek · ~3 min
Ε, Chapter 3
Theophrastus, Enquiry into Plants 3.2-5
Not analysed yet
Μέλαν δὲ σφόδρα καὶ πυκνὸν το τῆς τερμίνθου· περὶ γοῦν Συρίαν μελάντερόν φασιν εἶναι τῆς ἐβένου· καὶ ἐκ τούτου γὰρ καὶ τὰς λαβὰς τῶν ἐγχειριδίων ποιεῖσθαι, τορνεύεσθαι δὲ ἐξ αὐτῶν καὶ κύλικας Θηρικλείους, ὥστε μηδένα ἄν διαγνῶναι πρὸς τὰς κεραμέας· λαμβάνειν δὲ τὸ ἐγκάρδιον· δεῖν δὲ ἀλείφειν τὸ ξύλον· οὕτω γὰρ γίνεσθαι καὶ κάλλιον καὶ μελάντερον. Εἶναι δὲ καὶ ἄλλο τι δένδρον, ὃ ἄμα τῇ μελανίᾳ καὶ ποικιλίαν τινὰ ἔχει ὑπέρυθρον, ὥστε εἶναι τὴν ὄψιν ὡσὰν ἐβένου ποικίλης· ποιεῖσθαι δ’ ἐξ αὐτοῦ καὶ κλίνας καὶ δίφρους καὶ τὰ ἄλλα τὰ σπουδαζόμενα. τὸ δὲ δένδρον μέγα σφόδρα καὶ καλόφυλλον εἶναι ὅμοιον ταῖς ἀπίοις.