Ancient Greek · ~3 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 3
Theophrastus, Enquiry into Plants 3.1-6
Not analysed yet
III. Μέγισται δὲ καὶ ἰδιώταται φύσεις ἥ τε τοῦ σιλφίου καὶ ἡ τοῦ παπύρου ἐν Ἀἰγύπτῳ· ναρθηκώδη γὰρ καὶ ταῦτά ἐστιν· ὑπὲρ ὦν τοῦ μὲν παπύρου πρότερον εἴπομεν ἐν τοῖς ἐνύδροις, ὑπὲρ θατέρου δὲ νῦν λεκτέον. Τὸ δὲ σίλφιον ἔχει ῥίζαν μὲν πολλὴν καὶ παχεῖαν, τὸν δὲ καυλὸν ἡλίκον νάρθηξ, σχεδὸν δὲ καὶ τῷ πάχει παραπλήσιον, τὸ δὲ φύλλον, ὃ καλοῦσι μάσπετον, ὅμοιον τῷ σελίνῳ· σπέρμα δ᾿ ἔχει πλατύ, οἷον φυλλῶδες, τὸ λεγόμενον φύλλον. ἐπετειόκαυλον δ᾿ ἐστίν, ὥσπερ ὁ νάρθηξ. ἄμα μὲν οὖν τῷ ἦρι τὸ μάσπετον τοῦτο ἀφίησιν, ὃ καθαίρει τὰ πρόβατα καὶ παχύνει σφόδρα καὶ τὰ κρέα θαυμαστὰ ποιεῖ τῇ ἡδονῇ· μετὰ δὲ ταῦτα καυλόν, ὃν ἐσθίεσθαι πάντα τρόπον ἑφθὸν ὀπτόν, καθαίρειν δὲ καὶ τοῦτόν φασι τὰ σώματα τετταράκοντα ἡμέραις.