Ancient Greek · ~3 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 3
Theophrastus, Enquiry into Plants 3.2-6
Not analysed yet
ὀπὸν δὲ διττὸν ἔχει, τὸν μὲν ἀπὸ τοῦ καυλοῦ τὸν δὲ ἀπὸ τῆς ῥίζης, δι᾿ ὃ καλοῦσι τὸν μὲν καυλίαν τὸν δὲ ῥιζίαν. ἡ δὲ ῥίζα τὸν φλοιὸν ἔχει μέλανα, καὶ τοῦτον περιαιροῦσιν. ἔστι δὲ ὥσπερ μέταλλα τῶν ῥιζοτομιῶν αὐτοῖς, ἐξ ὧν ὁπόσον ἂν δοκῇ συμφέρειν ταμιευόμενοι πρὸς τὰς τομὰς καὶ τὸ προϋπάρχον τέμνουσιν· οὐκ ἔξεστι γὰρ οὕτε παρατέμνειν οὔτε πλεῖον τῶν τεταγμένων· καὶ γὰρ διαφθείρεται καὶ σήπεται τὸ ἀργὸν ἐὰν χρονίζῃ. κατεργάζονται δὲ ἄγοντες εἰς τὸν Πειραιᾶ τόνδε τὸν τρόπον· ὅταν βάλωσι εἰς ἀγγεῖα καὶ ἄλευρα μίξωσι, σείουσι χρόνον συχνόν, ὅθεν καὶ τὸ χρῶμα λαμβάνει καὶ ἐργασθὲν ἄσηπτον ἤδη διαμένει. τὰ μὲν οὖν κατὰ τὴν ἐργασίαν καὶ τομὴν οὕτως ἔχει.