Ancient Greek · ~2 min
Δ, Chapter 3
Theophrastus, Enquiry into Plants 3.2-4
Not analysed yet
Πολὺ δὲ τὸ δένδρον καὶ πολύκαρπον· τό γ᾿ οὖν Ὀφέλλου στρατόπεδον, ἡνίκα ἐβάδιζεν εἰς Καρχηδόνα, καὶ τούτῳ φασὶ τραφῆναι πλείους ἡμέρας ἐπιλιπόντων τῶν ἐπιτηδείων. ἔστι μὲν οὖν καὶ ἐν τῇ νήσῳ τῇ Λωτοφαγιτίδι καλουμένῃ πολύς· αὕτη δ᾿ ἐπίκειται καὶ ἀπέχει μικρόν· οὐ μὴν οὐθέν γε μέρος ἀλλὰ πολλῷ πλεῖον ἐν τῇ ἠπείρῳ· πλεῖστον γὰρ ὅλως ἐν τῇ Λιβύῃ, καθάπερ εἴρηται, τοῦτο καὶ ὁ παλίουρός ἐστιν· ἐν γὰρ Εὐεσπερίσι τούτοις καυσίμοις χρῶνται. διαφέρει δὲ οὗτος ὁ λωτὸς τοῦ παρὰ τοῖς Λωτοφάγοις.