Ancient Greek
Δ, Chapter 3
Theophrastus, Enquiry into Plants 3.3-4
Not analysed yet
Ὁ δὲ παλίουρος θαμνωδέστερος τοῦ λωτοῦ· φύλλον δὲ παρόμοιον ἔχει τῷ ἐνταῦθα, τὸν δὲ καρπὸν διάφορον· οὐ γὰρ πλατὺν ἀλλὰ στρογγύλον καὶ ἐρυθρόν, μέγεθος δὲ ἡλίκον τῆς κέδρου ἢ μικρῷ μεῖζον· πυρῆνα δὲ ἔχει οὐ συνεσθιόμενον καθάπερ ταῖς ῥοαῖς· ἡδὺν δὲ τὸν καρπόν· καὶ ἐάν τις οἶνον ἐπιχέῃ καὶ αὐτὸν ἡδίω γίνεσθαί φασι καὶ τὸν οἶνον ἡδίω ποιεῖν.