Ancient Greek
Θ, Chapter 3
Theophrastus, Enquiry into Plants 3.2-8
Not analysed yet
Πάλιν ὁ καυλὸς τῶν μὲν γονατώδης καὶ κοῖλος, δι᾿ καὶ καλεῖται κάλαμος· ὁ δὲ τοῦ κυάμου κοῖλος, τῶν δ᾿ ἄλλων χεδροπων ξυλωδέστερος, ξυλωδέστατος δὲ ὁ ἐρέβινθος· τῶν δὲ θερινῶν κέγχρου μὲν καὶ μελίνου καλαμώδης, σησάμου δὲ καὶ ἐρυσίμου ναρθηκώδης μᾶλλον. καὶ τὰ μέν ἐστιν ὀρθόκαυλα, καθάπερ πυρὸς καὶ κριθὴ καὶ ὅλως τὰ σιτώδη καὶ θερινά, τὰ δὲ πλαγιόκαυλα μᾶλλον, οἷον ἐρέβινθος ὄροβος φακός, τὰ δ᾿ ἐπιγειόκαυλα, καθάπερ ὦχρος πισὸς λάθυρος· ὁ δὲ δόλιχος, ἐὰν παρακαταπήξῃ τις ξύλα μακρά. ἀναβαίνει καὶ γίνεται κάρπιμος, εἰ δὲ μή, φαῦλος καὶ ἐρυσιβώδης· μόνος δ᾿ ἡ μάλιστα τῶν χεδροπῶν ὀρθόκαυλος ὁ κύαμος.