Ancient Greek · ~3 min
Θ, Chapter 3
Theophrastus, Enquiry into Plants 3.3-8
Not analysed yet
Ἔχει δὲ καὶ τὰ ἄνθη διαφορὰν καὶ τῇ φύσει καὶ τῇ θέσει, περὶ ὧν σχεδὸν ἐν τοῖς καθ᾿ ὅλου διείλομεν, ὅτι τὰ μὲν χνοώδη, καθάπερ σίτου καὶ παντὸς τοῦ σταχυώδους· τὰ δὲ φυλλώδη, καθάπερ τῶν χεδροπῶν, καὶ τῶν πλείστων κολοβά· τὰ γὰρ πολλὰ κολοβανθῆ· χνοῶδες δὲ καὶ τὸ τοῦ κέγχρου καὶ μελίνου· τοῦ δὲ σησάμου καὶ τοῦ ἐρυσίμου φυλλῶδες. καὶ ὅτι δὴ τὰ μὲν ἔχει περὶ αὐτὸν τὸν καρπόν, οἷον τὰ σιτώδη καὶ κεγχρώδη περὶ τὸν στάχυν· τὰ δὲ χεδροπὰ ἐξ αὐτοῦ πως τοῦ ἄνθους ἢ ἀπό γε τῆς αὐτῆς ἀρχῆς γίνεται. καὶ τὴν ἄνθησιν, ὅτι τὰ μὲν ἀθρόαν τὰ δὲ κατὰ μέρος ποιεῖται· καὶ τἆλλα δὲ τὰ παραπλήσια τούτοις.