Ancient Greek · ~3 min
Ε, Chapter 3
Theophrastus, Enquiry into Plants 3.3-5
Not analysed yet
Ταῦτα μὲν οὖν ἄμα τῇ μελανίᾳ καὶ πυκνοτητα ἔχει. πυκνὸν δὲ καὶ ἡ σφένδαμνος καὶ ἡ ζυγία καὶ ὅλως πάντα τὰ οὖλα· καὶ ἡ ἐλάα δὲ καὶ ὁ κότινος, ἀλλὰ κραῦρα. μανὰ δὲ τῶν μὲν ἀγρίων καὶ ἐρεψίμων τὰ ἐλάτινα μάλιστα, τῶν δ’ ἄλλων τὰ ἄκτινα καὶ τὰ σ ύκινα καί τὰ τῆς μηλέας καὶ τὰ τῆς δάφνης. σκληρότατα δὲ τὰ δρύινα καὶ τὰ ζυγινα καὶ τὰ τῆς ἀρίας· καὶ γὰρ ὑποβρέχουσι ταῦτα πρὸς τὴν τρύπησιν μαλάξεως χάριν. μαλακὰ δὲ καθ᾿ ὅλου μὲν τὰ μανὰ καὶ χαῦνα· τῶν δὲ σαρκωδῶν μάλιστα φίλυρα. δοκεῖ δὲ καὶ θερμότατον εἶναι τοῦτο· σημεῖον δὲ ὅτι μάλιστα ἀμβλύνει τὰ σιδήρια· τὴν γὰρ βαφὴν ἀνίησι διὰ τὴν θερμότητα.