Ancient Greek · ~5 min
Η, Chapter 3
Theophrastus, Enquiry into Plants 3.3-7
Not analysed yet
Πάντα δὲ πολύκαρπα καὶ πολυβλαστῆ, πολυκαρπότατον δὲ τὸ κύμινον. ἴδιον δὲ καὶ ὃ λέγουσι κατὰ τούτου· φασὶ γὰρ δεῖν καταρᾶσθαί τε καὶ βλασφημεῖν σπείροντας, εἰ μέλλει καλὸν ἔσεσθαι καὶ πολύ. Δυσξήραντα δὲ πάντα μὲν ὡς εἰπεῖν πλὴν τοῦ κυμίνου, οὐχ ὡς ὁ σῖτος· οὗτος γὰρ κἂν ἅπαξ ἀδρυνθῇ ταχὺ ξηραίνεται καὶ ἀποπίπτει· δυσξηραντότερα δὲ τὰ ἐμφλοιοσπέρματα καὶ τούτων μάλιστα τὸ ὤκιμον. ἅπαντα δὲ ξηρανθέντα πολυκαρπότερα γίνεται, δι᾿ ὃ καὶ προαφαιροῦντες αὐτὰ ξηραίνουσιν. ἅπόντα δὲ πολύχοα καὶ πολυσπέρματα, πολυκαρπότατον δὲ τὸ ὤκιμον. Ἔστι δὲ τὰ μὲν ἀκρόκαρπα, καθάπερ ὤκιμον πράσον κρόμυον· τὰ δὲ πλαγιόκαρπα μᾶλλον, οἷον ῥαφανὶς γογγυλὶς καὶ τὰ τοιαῦτα· τὰ δ᾿ ἀμφοτέρως, οἷον βλίτον ἀδράφαξυς· ἀμφότερα γὰρ ταῦτα καὶ ἐκ τοῦ πλαγίου, καὶ τό γε βλίτον εὐθὺς παῤ ἕκαστον ὄζον προσκαθήμενον ἔχει τὸ σπέρμα βοτρυῶδες. τὰ δ᾿ ἐκ παλαιοτέρων σπερμάτων θᾶττον ἐκκαυλεῖ, τάχιστα δὲ τὰ ἐκ τῶν ἀκμαζόντων· ἔστι γάρ τις ἀκμὴ καὶ τούτων. ἀνὰ λόγον δὲ καὶ τὸ κάλλος ἀκολουθεῖ τῶν ἐὰν τὰ ἄλλα τὴν αὐτὴν ἔχωσι θεραπείαν. Δοκεῖ δὲ καὶ εἰς τὸ αὐτὸ ἀθρόα θεμένων καλλίω γίνεσθαι καὶ βλαστάνειν· οὕτω γὰρ τὸ τοῦ πράσου καὶ τὸ τοῦ σελίνου τιθέασιν ἀποδήσαντες εἰς ὀθόνιον καὶ γίνονται μεγάλα.