Ancient Greek
Η, Chapter 3
Theophrastus, Enquiry into Plants 3.2-7
Not analysed yet
Τὰ δὲ σπέρματα διαφέρει καὶ τοῖς σχήμασι· τὰ μὲν γὰρ πλεῖστα στρογγύλα τὰ δὲ προμήκη τὰ δ᾿ αὖ πλατέα καὶ φυλλώδη, καθάπερ τὰ τῆς ἀδραφάξυος· ὅμοιον γὰρ τῷ τοῦ σιλφίου· τὰ δὲ στενὰ καὶ γραμμώδη, καθάπερ τοῦ κυμίνου. καὶ τοῖς χρώμασιν ὁμοίως, τὰ μὲν μέλανα τὰ δὲ ξυλώδη τὰ δὲ λευκότερα. πάντα δὴ ἐλλοβοσπέρματα ἢ γυμνοσπέρματα ἢ ἐμφλοιοσπέρματα ἢ παπποσπέρματα· ῥαφανὶς μὲν γὰρ καὶ νᾶπυ καὶ γογγυλὶς ἐλλοβοσπέρματα, κορίαννον δὲ καὶ μάραθον καὶ ἄνηθον καὶ κύμινον γυμνοσπέρματα, βλίτον δὲ καὶ τεύτλιον καὶ ἀδράφαξυς καὶ ὤκιμον ἐμφλοιοσπέρματα, θριδακίνη δὲ παπποσπέρματον.