Ancient Greek
Θ, Chapter 3
Theophrastus, Enquiry into Plants 3.4-6
Not analysed yet
Ὁμοίως δὲ καὶ τὰ κατὰ τοὺς καρπούς, ὅτι τὰ μὲν ἔχει στάχυν, τὰ δὲ χεδροπὰ λοβόν, τὰ δὲ κεγχρώδη φόβην· ἡ δὲ καλαμώδης ἀπόχυσις φόβη. τὸ δ᾿ ὅλον ἐναγγειόσπερμα, τὰ δὲ ἐνυμενόσπερμα, τὰ δὲ γυμνόσπερμα· καὶ ἔτι τὰ μὲν ἀκρόκαρπα, τὰ δὲ πλαγιόκαρπα, καὶ ὅσα δὴ ἄλλα ταύτης ἔχεται τῆς θεωρίας. Ὅλως δὲ πολυκαρπότερα καὶ πολυχούστερα τὰ χεδροπά, τούτων δ᾿ ἔτι μᾶλλον τὰ θερινὰ κέγχρος καὶ σήσαμον, αὐτῶν δὲ τῶν χεδρόπων μάλιστα φακός.