Ancient Greek
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 3
Theophrastus, Enquiry into Plants 3.5-5
Not analysed yet
Καὶ τοῦτο ἴδιον καὶ διάφορον τοῖς πρότερον, ὅτι φασὶ δεῖν ὀρύττειν ἐπέτειον· ἐὰν δὲ ἐαθῇ, φέρειν μὲν τὸ σπέρμα καὶ τὸν καυλόν, χείρω δὲ γίνεσθαι καὶ ταῦτα καὶ τὴν ῥίζαν, ὀρυττομένας δὲ βελτίους γίνεσθαι διὰ τὸ μεταβάλλεσθαι τὴν γῆν. ἐναντίον δὲ τοῦτο τῷ φεύγειν τὴν ἐργάσιμον. ἐσθίεσθαι καὶ τὰς ῥίζας προσφάτους κατατεμνομένας εἰς ὄξος. τὸ δὲ φύλλον τῇ χροιᾷ χρυσοειδὲς εἶναι.