Ancient Greek · ~2 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 3
Theophrastus, Enquiry into Plants 3.4-5
Not analysed yet
Οἱ μὲν οὖν οὕτω λέγουσιν. οἱ δὲ τοῦ σιλφίου τὴν ῥίζαν φασὶ γίνεσθαι πηχυαίαν ἢ μικρῷ μείζω. ταύτην δὲ ἔχειν ἐπὶ τοῦ μέσου κεφαλήν, ὃ καὶ μετεωρότατον ἐστι καὶ σχεδὸν ὑπὲρ γῆς, καλεῖσθαι δὲ γάλα· ἐξ ἧς δὴ φύεσθαι μετὰ ταῦτα καὶ τὸν καυλόν, ἐκ δὲ τούτου μαγύδαριν τὸ καὶ καλούμενον φύλλον· τοῦτο δ᾿ εἶναι σπέρμα· καὶ ὅταν νότος λαμπρὸς πνεύσῃ μετὰ Κύνα διαρρίπτεσθαι, ἐξ οὗ φύεσθαι τὸ σίλφιον. τῷ αὐτῷ δὲ ἔτει τήν τε ῥίζαν γίνεσθαι καὶ τὸν καυλόν· οὐθὲν δὲ τοῦτο ἴδιον, καὶ γὰρ ἐπ᾿ ἄλλων, εἰ μὴ τοῦτο λέγουσιν ὅτι εὐθὺς φύεται μετὰ τὴν διάρριψιν.