Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 3
Theophrastus, Enquiry into Plants 3.6
Not analysed yet
Ἀλλ᾿ ὅμως τοιαῦτα διαιρετέον· ἔχει γάρ τι τῆς φύσεως κοινὸν ὁμοίως ἐν δένδροις καὶ θάμνοις καὶ τοῖς φρυγανικοῖς καὶ ποιώδεσιν· ὑπὲρ ὦν καὶ τὰς αἰτίας ὅταν τις λέγῃ περὶ πάντων κοινῇ δῆλον ὅτι λεκτέον οὐχ ὁρίζοντα καθ᾿ ἕκαστον· εὔλογον δὲ καὶ ταύτας κοινὰς εἶναι πάντων. ἄμα δὲ καὶ φαίνεταί τινα ἔχειν φυσικὴν διαφορὰν εὐθὺς ἐπὶ τῶν ἀγρίων καὶ τῶν ἡμέρων, εἴπερ ἔνια μὴ δύναται ζῆν ὥσπερ τὰ γεωργούμενα μηδ᾿ ὅλως δέχεται θεραπείαν ἀλλὰ χείρω γίνεται, καθάπερ ἐλάτη πεύκη κήλαστρον καὶ ἁπλῶς ὅσα ψυχροὺς τόπους φιλεῖ καὶ χιονώδεις, ὡσαύτως δὲ καὶ τῶν φρυγανικῶν καὶ ποιωδῶν, οἶον κάππαρις καὶ θέρμος. ἥμερον δὲ καὶ ἄγριον δίκαιον καλεῖν ἀναφέροντα πρός τε ταῦτα καὶ ὅλως πρὸς τὸ ἡμερώτατον·