Ancient Greek
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.1
Not analysed yet
IV. Φανεραὶ δὲ καὶ κατ᾿ αὐτὰς τὰς μορφὰς αἱ διαφοραὶ τῶν ὅλων τε καὶ μορίων, οἶον λέγω μέγεθος καὶ μικρότης, σκληρότης μαλακότης, λειότης τραχύτης, φλοιοῦ φύλλων τῶν ἄλλων, ἀπλῶς εὐμορφία καὶ δυσμορφία τις, ἔτι δὲ καὶ καλλικαρπία καὶ κακοκαρπία. πλείω μὲν γὰρ δοκεῖ τὰ ἄγρια φέρειν, ὥσπερ ἀχρὰς κότινος, καλλίω δὲ τὰ ἥμερα καὶ τοὺς χυλοὺς δὲ αὐτοὺς γλυκυτέρους καὶ ἡδίους καὶ τὸ ὅλον ὡς εἰπεῖν εὐκράτους μᾶλλον.