Ancient Greek · ~2 min
Δ, Chapter 3
Theophrastus, Enquiry into Plants 3.6-3
Not analysed yet
ἀλλὰ ταῦτα μὲν ἄδηλον εἰ ἐκτοπίζει που πιόμενα· (διὰ γὰρ τὸ τάχος δύναται μακράν τε καὶ ταχὺ παραγενέσθαι), ἄλλως τε κεἰ δι᾿ ἡμερῶν τινων πίνουσι, καθάπερ καὶ τὰ ἥμερα παρὰ τρίτην ἢ τετάρτην ποτίζεται ταῦτα· τὸ δὲ τῶν ἄλλων ζώων, οἷον ὄφεων σαυρῶν καὶ τῶν τοιούτων, φανερὸν ὅτι ἄποτα. τοὺς δὲ Λίβυας λέγειν ὅτι τὸν ὄνον ἐσθίει ταῦτα ὃς καὶ παρ᾿ ἡμῖν γίνεται, πολύπουν τε καὶ μέλαν συσπειρώμενον εἰς ἑαυτό· τοῦτον δὲ πολύν τε γίνεσθαι σφόδρα καὶ ὑγρὸν τὴν φύσιν εἶναι.