Ancient Greek · ~3 min
Δ, Chapter 3
Theophrastus, Enquiry into Plants 3.5-3
Not analysed yet
Ἐν δὲ τῇ μὴ ὑομένῃ τῆς Λιβύης ἄλλα τε πλείω φύεσθαι καὶ φοίνικας μεγάλους καὶ καλούς· οὐ μὴν ἀλλ᾿ ὅπου μὲν φοῖνιξ ἁλμυρίδα τε εἶναι καὶ ἔφυδρον τὸν τόπον, οὐκ ἐν πολλῷ δὲ βάθει ἀλλὰ μάλιστα ἐπ᾿ ὀργυίαις τρισίν. τὸ δ᾿ ὕδωρ ἔνθα μὲν γλυκὺ σφόδρα ἔνθα δὲ ἁλυκὸν πλησίον ὄντων ἀλλήλοις· ὅπου δὲ τὰ ἄλλα φύεται ξηρὸν καὶ ἄνυδρον· ἐνιαχοῦ δὲ καὶ τὰ φρέατα εἶναι ἑκατὸν ὀργυιῶν, ὥστε ὑποζυγίοις ἀπὸ τροχηλιᾶς ἀνιμᾷν· δι᾿ καὶ θαυμαστὸν πῶς ποτε ὠρύχθη τηλικαῦτα βάθη· τὸ δ᾿ οὖν τῶν ὑδάτων τῶν ὑπὸ τοὺς φοίνικας καὶ ἐν Ἄμμωνος εἶναι διαφορὰν ἔχον τὴν εἰρημένην. φύεσθαι δὲ ἐν τῇ μὴ ὑομένῃ τὸ θύμον πολὺ καὶ ἄλλα ἴδιά τε καὶ πλείω γίνεσθαι ἐνταῦθα, καὶ πτῶκα καὶ δορκάδα καὶ στρουθὸν καὶ ἕτερα τῶν θηρίων.