Ancient Greek · ~3 min
Γ, Chapter 3
Theophrastus, Enquiry into Plants 3.8
Not analysed yet
Ἀμφισβητεῖται δὲ καὶ περὶ τῶν ἀνθῶν ἐνίων, ὥσπερ εἴπομεν. οἱ μὲν γὰρ καὶ δρῦν ἀνθεῖν οἴονται καὶ τὴν Ἡρακλεῶτιν καρύαν καὶ διοσβάλανον, ἔτι δὲ πεύκην καὶ πίτυν· οἱ δ᾿ οὐδὲν τούτων, ἀλλὰ τὸν ἴουλον τὸν ἐν ταῖς καρύαις καὶ τὸ βρύον τὸ δρύῖνον καὶ τὸν κύτταρον τὸν πίτυῖνον ὅμοιον καὶ ἀνάλογον εἶναι τοῖς προαποπτώτοις ἐρινοῖς. οἱ δὲ περὶ Μακεδονίαν οὐδὲ ταῦτά φασιν ἀνθεῖν ἄρκευθον ὀξύην ἀρίαν σφένδαμνον. ἔνιοι δὲ τὰς ἀρκεύθους δύο εἶναι, καὶ τὴν μὲν ἑτέραν ἀνθεῖν μὲν ἄκαρπον δ᾿ εἶναι, τὴν δὲ ἑτέραν οὐκ ἀνθεῖν μὲν καρπὸν δὲ φέρειν εὐθὺς προφαινόμενον, ὥσπερ καὶ τὰς συκᾶς τὰ ἐρινά. συμβαίνει δ᾿ οὖν ὥστε ἐπὶ δύο ἔτη τὸν καρπὸν ἔχειν μόνον τοῦτο τῶν δένδρων. ταῦτα μὲν οὖν ἐπισκεπτέον.