Ancient Greek
Γ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.1-3
Not analysed yet
IV. Ἡ δὲ βλάστησις τῶν μὲν ἅμα γίνεται καὶ τῶν ἡμέρων, τῶν δὲ μικρὸν ἐπιλειπομένη, τῶν δ᾿ ἤδη πλέον, ἁπάντων δὲ κατὰ τὴν ἠρινὴν ὥραν. ἀλλὰ τῶν καρπῶν ἡ παραλλαγὴ πλείων· ὥσπερ δὲ καὶ πρότερον εἴπομεν, οὐ κατὰ τὰς βλαστήσεις αἱ πεπάνσεις ἀλλὰ πολὺ διαφέρουσιν· ἐπεὶ καὶ τῶν ὀψικαρποτέρων, ἃ δή τινές φασιν ἐνιαυτοφορεῖν, οἷον ἄρκευθον καὶ πρῖνον, ὅμως αἱ βλαστήσεις τοῦ ἦρος. αὐτὰ δ᾿ αὑτῶν τὰ ὁμογενῆ τῷ πρότερον καὶ ὕστερον διαφέρει κατὰ τοὺς τόπους· πρῶτα μὲν γὰρ βλαστάνει τὰ ἐν τοῖς ἕλεσιν, ὡς οἱ περὶ Μακεδονίαν λέγουσι, δεύτερα δὲ τὰ ἐν τοῖς πεδίοις, ἔσχατα δὲ τὰ ἐν τοῖς ὄρεσιν.