Ancient Greek · ~2 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.1-6
Not analysed yet
IV. Τῆς δ᾿ ἀκανθικῆς, ἑπόμενον γὰρ τοῦτο εἰπεῖν, ἐπειδὴ διήρηται τὸ μὲν ἀκανθῶδες ὅλως τὸ δὲ φυλλάκανθον, ὑπὲρ ἑκατέρου χώρις λεκτέον, καὶ τρίτου δὴ περὶ τοῦ καὶ παρὰ τὴν ἄκανθαν ἔχοντος φύλλον, ὥσπερ ὅ τε φέως καὶ ὁ τρίβολος. καὶ ἡ κάππαρις ἴδιον ἔχει τὸ μὴ μόνον τὴν ἐκ· τῶν καυλῶν ἄκανθαν ἔχειν ἀλλὰ καὶ τὸ φύλλον. ἐπακανθίζον. τῶν δὲ διῃρημένων εἰδῶν πλεῖστον μέν ἐστι τὸ φυλλάκανθον, ἐλάχιστον δὲ ὡς εἰπεῖν τὸ ἀκανθῶδες ὅλως. βραχὺ γάρ τι πάμπαν ἐστίν, ὥσπερ ἐλέχθη, καὶ σχεδὸν οὐ ῥάδιον λαβεῖν παρά τε τὸν ἀσφάραγον καὶ τὸν σκορπίον.