Ancient Greek · ~3 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.2-6
Not analysed yet
Ἀμφότερα δὲ ταῦτα ἀνθεῖ μετὰ ἰσημερίαν φθινοπωρινήν. ὁ μὲν σκορπίος ἐν τῷ σαρκώδει τῷ ἐποιδοῦντι τῷ ὑπὸ τὸ ἄκρον τῆς ἀκάνθης ἔχων τὸ ἄνθος ἐξ ἀρχῆς μὲν λευκὸν ὕστερον δ᾿ ἐπιπορφυρίζον. ὁ δὲ ἀσφάραγος ἐκφύων παρὰ τὰς ἀκάνθας κορυνῶδες μικρόν, ἐκ τούτου δέ ἐστι τὸ ἄνθος μικρόν. ὁ δὲ σκορπίος μονόρριζον καὶ βαθύρριζον, ὁ δὲ ἀσφάραγος βαθύρριζόν τε εὖ μάλα καὶ πολύρριζον πυκναῖς ταῖς ῥίζαις, ὥστε τὸ ἄνω συνεχὲς εἶναι αὐτῶν, ἀφ᾿ οὗ καὶ αἱ βλαστήσεις αὐτῶν τῶν καυλῶν· ἀναβλαστάνει δὲ ὁ καυλὸς ἐκ τῆς ἀσφαραγιᾶς τοῦ ἦρος καὶ ἐδώδιμός ἐστιν· εἶθ᾿ οὕτως ἀποτραχύνεται καὶ ἐξακανθοῦται προιούσης τῆς ὥρας· ἡ δὲ ἄνθησις οὐκ ἐκ τούτου μόνον ἀλλὰ καὶ ἐκ τῶν πρότερον· οὐ γὰρ ἐπετειόκαυλόν ἐστι. τὰ μὲν οὖν ὅλως ἀκανθώδη τοιαύτην τινὰ ἔχει φύσιν.