Ancient Greek · ~1 min
Η, Chapter 4
Theophrastus, Enquiry into Plants 4.1-7
Not analysed yet
IV, Γένη δὲ τῶν μέν ἐστι πλείω τῶν δ᾿ οὐκ ἔστιν, οἷον ὠκίμου λαπάθου βλίτου καρδάμου εὐζώμου ἀδραφάξυος κοριάννου ἀνήθου πηγάνου· τούτων γὰρ οὔ φασιν εἶναι γένους διαφοράν. τῶν δὲ ἔστι, ῥαφανῖδος ῥαφάνου τευτλίου σικύου κολοκύντης κυμίνου σκορόδου θριδακίνης. διαιροῦσι δὲ τοῖς τε φύλλοις καὶ ταῖς ῥίζαις καὶ τοῖς χρώμασι καὶ τοῖς χυλοῖς καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις.