Ancient Greek · ~2 min
Η, Chapter 4
Theophrastus, Enquiry into Plants 4.2-7
Not analysed yet
Οἷον τῆς ῥαφανῖδος γένη Κορινθίαν Κλεωναίαν" Λειοθασίαν. ἀμωρέαν Βοιωτίαν· εὐαυξεστάτην δὲ τὴν Κορινθίαν, ἣ καὶ τὴν ῥίζαν ἔχει γυμνήν· ὠθεῖται γὰρ εἰς τὸ ἄνω καὶ οὐχ ὡς αἱ ἄλλαι κάτω. τὴν δὲ Λειοθασίαν, ἣν ἔνιοι καλοῦσι Θρᾳκίαν. ἰσχυροτάτην πρὸς τοὺς χειμῶνας. τὴν δὲ Βοι ωτίαν γλυκυτάτην καὶ τῷ σχήματι στρογγύλην, οὐχ ὥσπερ τὴν Κλεωναίαν μακράν. ὅσων δ᾿ ἂν ᾖ λεῖα τὰ φύλλα, γλυκύτεραι καὶ ἡδίους, ὅσων δ᾿ ἂν τραχέα, δριμύτεραι. γένος δέ τι παρὰ ταῦτα ἔστιν ὃ ἔχει τὸ φύλλον εὐζώμῳ ὅμοιον. ῥαφανῖδος μὲν οὖν ταῦτα.