Ancient Greek
Η, Chapter 4
Theophrastus, Enquiry into Plants 4.10-2
Not analysed yet
ἅπαντα γὰρ πηγνύμένα καὶ βελτίω καὶ θᾶττον παραγίνεται. πάντα δὲ φυτεύεται μετ᾿ Ἀρκτοῦρον ἔτι θερμῆς οὔσης τῆς γῆς, ὅπως τὰ ὕδατα πεφυτευμένα καταλαμβάνῃ. καὶ ὅλα δὲ φυτεύεται καὶ διατεμνόμενα παρὰ τὴν κεφαλήν. οὐχ ὅμοιαι δὲ αἱ ἐκβλαστήσεις, ἀλλ᾿ ἐκ μὲν τοῦ κάτω γίνεται κρόμυον, ἐκ δὲ τοῦ ἄνω χλόη μόνον· ὀρθὸν δὲ διατμηθὲν ὅλως ἀβλαστές ἐστι. τὸ δὲ γήτειον καλούμενον ἀκέφαλόν τι καὶ ὥσπερ αὐχένα μακρὸν ἔχον, ὅθεν καὶ ἡ βλάστησις ἄκρα· καὶ ἐπικείρεται πολλάκις, ὥσπερ τὸ πράσον, δι᾿ ὃ καὶ σπείρουσιν αὐτὸ καὶ οὐ φυτεύουσι. τὰ μὲν οὖν κρόμυα σχεδὸν ταύτας ἔχει τὰς ἰδέας.