Ancient Greek
Η, Chapter 4
Theophrastus, Enquiry into Plants 4.11-2
Not analysed yet
Τὸ δὲ σκόροδον φυτεύεται μὲν μικρὸν πρὸ τροπῶν ἢ μετὰ τροπὰς διαιρούμενον κατὰ γέλγεις. διαφορὰ δέ ἐστιν αὐτῶν ἥ τε τῶν ὀψίων πρὸς τὰ πρώϊα· γένος γάρ τι τυγχάνει τοιοῦτον ὃ ἐν ἑξήκοντα ἡμέραις τελειοῦται, καὶ μεγέθει καὶ μικρότητι. καὶ τῷ μεγέθει γένος τι διάφορόν ἐστι, μάλιστα δὲ τὸ Κύπριον καλούμενον τοιοῦτον, ὅπερ οὐχ ἑψοῦσιν ἀλλὰ πρὸς τοὺς μυττωτοὺς χρῶνται, καὶ ἐν τῇ τρίψει θαυμαστὸν ποιεῖ τὸν ὄγκον ἐκπνευματούμενον. καὶ ἔτι τῷ μὴ ἔχειν ἔνια τὰς γέλγεις. ἡ δὲ γλυκύτης καὶ ἡ εὐωδία καὶ ἡ ἁδρότης σχεδὸν παρὰ τὰς χώρας γίνεται καὶ τὰς θεραπείας, ὥσπερ καὶ τῶν ἄλλων. τελειοῦται δὲ καὶ ἀπὸ σπέρματος ἀλλὰ βραδέως· τῷ πρώτῳ γὰρ ἔτει κεφαλὴν ἡλίκην πράσου λαμβάνει, τῷ δ᾿ ὕστερον γελγιδοῦται, καὶ τῷ τρίτῳ τέλειον γίνεται, καὶ οὐδὲν χεῖρον ἀλλ᾿ ἔνιοί γε καὶ κάλλιόν φασι τοῦ πηκτοῦ.