Ancient Greek · ~2 min
Δ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.11
Not analysed yet
Διαφέρει δὲ καὶ αὕτη ἡ χώρα τῷ τὴν μὲν φέρειν ἔνια τὴν δὲ μὴ φέρειν· ἡ γὰρ ὀρεινὴ καὶ ἄμπελον ἔχει καὶ ἐλάαν καὶ τὰ ἄλλα ἀκρόδρυα· πλὴν ἄκαρπον τὴν ἐλάαν, καὶ σχεδὸν καὶ τὴν φύσιν ὥσπερ μεταξὺ κοτίνου καὶ ἐλάας ἐστὶ καὶ τῇ ὅλῃ μορφῇ· καὶ τὸ φύλλον τοῦ μὲν πλατύτερον τοῦ δὲ στενότερον. ταῦτα μὲν οὖν κατὰ τὴν Ἰνδικήν.