Ancient Greek · ~3 min
Δ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.12
Not analysed yet
Ἐν δὲ τῇ Ἀρίᾳ χώρᾳ καλουμένῃ ἄκανθά ἐστιν. ἐφ᾿ ἧς γίνεται δάκρυον ὅμοιον τῇ σμύρνῃ καὶ τῇ ὄψει καὶ τῇ ὀσμῇ· τοῦτο δὲ ὅταν ἐπιλάμψῃ ὁ ἥλιος καταρρεῖ. πολλὰ δὲ καὶ ἄλλα παρὰ τὰ ἐνταῦθα καὶ ἐν τῇ χώρᾳ καὶ ἐν τοῖς ποταμοῖς γίνεται. ἐν ἑτέροις δὲ τόποις ἐστὶν ἄκανθα λευκὴ τρίοζος, ἐξ ἧς καὶ σκυτάλια καὶ βακτηρίας ποιοῦσιν· ὀπώδης δὲ καὶ μανή· ταύτην δὲ καλοῦσιν Ἡρακλέους. Ἄλλο δὲ ὕλημα μέγεθος μεν ἡλίκον ῥάφανος. τὸ δὲ φύλλον ὅμοιον δάφνῃ καὶ τῷ μεγέθει καὶ τῇ μορφῇ. τοῦτο δ᾿ εἴ τι φάγοι ἐναποθνήσκει. ὄι᾿ ὃ καὶ ὅπου ἵπποι τούτους ἐφύλαττον διὰ χειρῶν.