Ancient Greek · ~3 min
Δ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.13
Not analysed yet
Ἐν δὲ τῇ Γεδρωσία χώρᾳ πεφυκέναι φασὶν ἓν μὲν ὅμοιον τῇ δάφνῃ φ ύλλον ἔχον, οὗ τὰ ὑποζύγια καὶ ὁτιοῦν εἰ φάγοι μικρόν ἐπισχόντα διεφθείροντο παραπλησίως διατιθέμενα καὶ σπώμενα ὁμοίως τοῖς ἐπιλήπτοις. Ἕτερον δὲ ἄκανθάν τινα εἶναι· ταύτην δὲ φύλλον μὲν οὐδὲν ἔχειν πεφυκέναι δ᾿ ἐκ μιᾶς ῥίζης· ἐφ᾿ ἑκάστῳ δὲ τῶν ὄζων ἄκανθαν ἔχειν ὀξεῖαν σφόδρα, καὶ τούτων δὲ καταγνυμένων ἢ προστριβομένων ὀπὸν ἐκρεῖν πολύν, ὃς ἀποτυφλοῖ τἆλλα ζῶα πάντα καὶ πρὸς τοὺς ἀνθρώπους εἴ τις προσραίνειεν αὐτοῖς. ἐν δὲ τόποις τισὶ πεφυκέναι τινὰ βοτάνην, ὑφ᾿ ᾖ συνεσπειρωμένους ὄφεις εἶναι μικροὺς σφόδρα· τούτοις δ᾿ εἴ τις ἐμβὰς πληγείη θνήσκειν. ἀποπνίγεσθαι δὲ καὶ ἀπὸ τῶν φοινικων τῶν ὠμῶν εἴ τις φάγοι, καὶ τοῦτο ὕστερον κατανοηθῆναι. τοιαῦται μὲν οὖν δυνάμεις καὶ ζώων καὶ φυτῶν ἴσως καὶ παρ᾿ ἄλλοις εἰσί.