Ancient Greek · ~5 min
Θ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.2-8
Not analysed yet
ἡ μὲν γὰρ στοιχειώδης, ὁ δὲ πυρὸς ἄστοιχος καὶ πανταχόθεν ὁμαλής τις. Τῷ μὲν οὖν ὅλῳ γένει πρὸς γένος τοιαῦτἄί τινές εἰσι διαφοραί. καθθ' ἑκάτερον δὲ τούτων πάλιν, οἶον πυρῶν καὶ κριθῶν, πολλ γένη καὶ τοῖς καρποῖς αὐτοῖς διαφέροντα καὶ τοῖς στάχυσι καὶ ταῖς ἄλλαις μορφαῖς καὶ ἔτι ταῖς δυνάμεσι καὶ τοῖς πάθεσι. τῶν μὲν κριθῶν αἱ μέν εἰσι δίστοιχοι αἱ δὲ τρίστοιχοι αἱ δὲ τετράστοιχοι καὶ πεντάστοιχοι· πλεῖστον δ᾿ ἑξάστοιχον, καὶ γὰρ τοιοῦτό τι γένος ἐστί. πυκνότεραι δὲ ἀεὶ κατὰ τὴν θέσιν ὡς ἐπὶ πᾶν αἱ πολυστοιχότεραι. διαφορὰ δὲ μεγάλη καὶ τὸ παραβλαστητικὴν εἶναι, καθάπερ εἴπομεν τὴν Ἰνδικήν. καὶ οἱ στάχυες δὲ τῶν μὲν μεγάλοι καὶ μανότεροι ταῖς κριθαῖς τῶν δὲ ἐλάττους καὶ πυκνότεροι, καὶ ἀπέχοντες δὲ τοῦ φύλλου τῶν μὲν πολὺ τῶν δὲ μικρόν, ὥσπερ τῶν Ἀχιλλείων καλουμένων. καὶ αὐτῶν δὲ τῶν κριθῶν αἱ μὲν στρογγυλότεραι καὶ ἐλάττους αἱ δὲ προμηκέστεραι καὶ μείζους καὶ μανότεραι κατὰ τὸν στάχυν. ἔτι δὲ αἱ μὲν λευκαί, αἱ δὲ μέλαιναι καὶ ἐπιπορφυρίζουσαι, αἵπερ καὶ πολυάλφιτοι δοκοῦσιν εἶναι καὶ πρὸς τοὺς χειμῶνας δὲ καὶ τὰ πνεύματα καὶ ὅλως τὸν ἀέρα τῶν λευκῶν ἰσχυρότεραι.