Ancient Greek
Θ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.3-8
Not analysed yet
Πολλὰ δὲ γένη καὶ τῶν πυρῶν ἐστιν εὐθὺς ἀπὸ τῶν χωρῶν ἔχοντα τὰς ἐπωνυμίας, οἷον Λιβυκοὶ Ποντικοὶ Θρᾷκες Ἀσσύριοι Αἰγύπτιοι Σικελοί. διαφορὰς δὲ καὶ ταῖς χροιαῖς καὶ τοῖς μεγέθεσι καὶ τοῖς εἴδεσι καὶ ταῖς ἰδιότησιν ἔχουσι καὶ ἐν ταῖς δυνάμεσι ταῖς τε ἄλλαις καὶ μάλιστα ταῖς πρὸς τὴν σίτησιν. τινὲς καὶ ἀπ᾿ ἄλλων τὰς προσηγορίας, οἷον καγχρυδίας στλεγγὺς Ἀλεξάνδρειος· ὧν ἁπάντων ἐν τοῖς εἰρημένοις τὰς διαφορὰς ληπτέον. οὐχ ἥκιστα δ᾿ οἰκεῖαι εἴ τις λαμβάνοι τὰς τοιαύτας· οἷόν εἰσιν οἱ μὲν πρώϊοι οἱ δὲ ὄψιοι, καὶ εὐαυξεῖς καὶ πολύχοι οἱ δὲ μικροὶ καὶ ὀλιγόχοι, καὶ μεγαλοστάχυες οἱ δὲ μικροστάχυες. καὶ οἱ μὲν ἐν κάλυκι πολὺν χρόνον οἱ δ᾿ ὀλίγον ἔνοντες, ὥσπερ ὁ Λιβυκός. καὶ κάλαμον οἱ μὲν λεπτὸν οἱ δὲ παχύν· καὶ τοῦτο ὁ Λιβυκὸς ἔχει, παχὺν δὲ καὶ ὁ καγχρυδίας. ἔτι δὲ χιτῶνας οἱ μὲν ὀλίγους οἱ δὲ πολλούς, ὥσπερ ὁ Θρᾴκιος. καὶ ὁ μὲν μονοκάλαμος ὁ δὲ πολυκάλαμος, καὶ μᾶλλον δὲ καὶ ἧττον.