Ancient Greek · ~2 min
B, Chapter 4
Theophrastus, Enquiry into Plants 4.3-2
Not analysed yet
Γίνεται δὲ καὶ ἐν τοῖς λαχάνοις μεταβολὴ διὰ τὴν θεραπείαν· οἷον τὸ σέλινον, ἐὰν σπαρὲν καταπατηθῇ καὶ κυλινδρωθῇ, ἀναφ ύεσθαί φασιν οὖλον. μετσβάλλει δὲ καὶ τὴν χώραν ἐξαλλάττοντα, καθάπερ καὶ τἆλλα. καὶ τὰ μὲν τοιαῦτα κοινὰ πάντων ἐστίν. εἰ δὲ κατά τινα πήρωσιν ἢ ἀφαίρεσιν μέρους δένδρον ἄγονον γίνεται, καθάπερ τὰ ζῶα, τοῦτο σκεπτέον· οὐδὲν γοῦν φανερὸν κατά γε τὴν διαίρεσιν εἰς τὸ πλείω καὶ ἐλάττω φέρειν ὥσπερ κακούμενον, ἀλλ᾿ ἢ ἀπόλλυται τὸ ὅλον ἢ διαμένον καρποφορεῖ. τὸ δὲ γῆρας κοινή τις φθορὰ πᾶσιν.