Ancient Greek
B, Chapter 4
Theophrastus, Enquiry into Plants 4.4-2
Not analysed yet
Ἄ τοπον δ᾿ ἂν δόξειε μᾶλλον εἰ ἐν τοῖς ζώοις αἱ τοιαῦται μεταβολαὶ φυσικαὶ καὶ πλείους· καὶ γὰρ κατὰ τὰς ὥρας ἔνια δοκεῖ μεταβάλλειν, ὥσπερ ὁ ἱέραξ καὶ ἔποψ καὶ ἄλλα τῶν ὁμοίων ὀρνέων. καὶ κατὰ τὰς τῶν τόπων ἀλλοιώσεις, ὥσπερ ὁ ὕδρος εἰς ἔχιν ξηραινομένων τῶν λιβάδων. . φανερώτατα δὲ καὶ κατὰ τὰς γενέσεις ἔνια, καὶ μεταβάλλει διὰ πλειόνων ζωων· οἷον ἐκ κάμπης γίνεται χρυσαλλὶς εἶτ᾿ ἐκ ταύτης ψυχή· καὶ ἐπ᾿ ἄλλων δ᾿ ἐστὶ τοῦτο πλειόνων, οὐδὲν ἴσως ἄτοπον, οὐδ᾿ ὅμοιον τὸ ζητούμενον. ἀλλ᾿ ἐκεῖνο συμβαίνει περὶ τὰ δένδρα καὶ ὅλως πᾶσαν τὴν ὕλην, ὥσπερ ἐλέχθη καὶ πρότερον, ὥστε αὐτομάτην μεταβλαστάνειν μεταβολῆς τινος γινομένης ἐκ τῶν οὐρανίων τοιαύτης. τὰ μὲν οὖν περὶ τὰς γενέσεις καὶ μεταβολὰς ἐκ τούτων θεωρητέον.