Ancient Greek · ~3 min
Η, Chapter 4
Theophrastus, Enquiry into Plants 4.3-7
Not analysed yet
Γογγυλίδος δὲ οἱ μέν φασιν εἶναι οἱ δ᾿ οὔ φασιν, ἀλλὰ τῷ ἄρρενι καὶ τῇ θηλείᾳ διαφέρειν. γίνεσθαι δὲ ἐκ τοῦ αὐτοῦ σπέρματος ἄμφω. πρὸς δὲ τὸ ἀποθηλύνεσθαι πηγνύναι δεῖν μανάς· ἐὰν γὰρ πυκνάς, πάσας ἀπαρρενοῦσθαι, τὸν αὐτὸν δὲ τρόπον κἂν ἐν γῇ μοχθηρᾷ σπαρῶσι· δι᾿ ὃ καὶ πρὸς σπερματισμὸν μεταφέροντες φυτεύουσι τὰς ἐκφύσεις καὶ πλατείας. ἔστι δὲ καὶ τὸ σπέρμα τῇ ὄψει τὸ χεῖρον καὶ βέλτιον φανερόν· τῆς μὲν γὰρ χρηστῆς λεπτὸν τῆς δὲ μοχθηρᾶς ἁδρόν. χειμαζομένη δὲ χαίρει καὶ αὕτη καὶ ἡ ῥαφανίς· οἴονται γὰρ ἅμα γλυκαίνεσθαί τε καὶ τὴν αὔξησιν εἰς τὴν ῥίζαν τρέπεσθαι καὶ οὐκ εἰς τὰ φύλλα. τοῖς δὲ νοτίοις καὶ ταῖς εὐδίαις ἐκκαυλεῖ ταχύ. τοῦτο μὲν οὖν λόγου δεῖται τῆς ὁμοιώσεως ἐν ἀμφοῖν εἶναι τὰς διαφοράς.