Ancient Greek · ~4 min
Δ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.4-4
Not analysed yet
Ἡ δὲ Ἰνδικὴ χώρα τήν τε καλουμένην ἔχει συκῆν, ἣ καθίησιν ἐκ τῶν κλάδων τὰς ῥίζας ἀν᾿ ἕκαστον ἔτος, ὥσπερ εἴρηται πρότερον· ἀφίησι δὲ οὐκ ἐκ τῶν νέων ἀλλ᾿ ἐκ τῶν ἔνων καὶ ἔτι παλαιοτέρων· αὗται δὲ συνάπτουσαι τῇ γῇ ποιοῦσιν ὥσπερ δρύφακτον κύκλῳ περὶ τὸ δένδρον, ὥστε γίνεσθαι καθάπερ σκηνήν, οὗ δὴ καὶ εἰώθασι διατρίβειν. εἰσὶ δὲ αἱ ῥίζαι φυόμεναι διάδηλοι πρὸς τοὺς βλαστούς· λευκότεραι γὰρ καὶ δασεῖαι καὶ σκολιαὶ καὶ ἄφυλλοι. ἔχει δὲ καὶ τὴν ἄνω κόμην πολλήν, καὶ τὸ ὅλον δένδρον εὔκυκλον καὶ τῷ μεγέθει μέγα σφόδρα· καὶ γὰρ ἐπὶ δύο στάδια ποιεῖν φασι τὴν σκιάν· καὶ τὸ πάχος τοῦ στελέχους ἔνια πλειόνων ἢ ἑξήκοντα βημάτων, τὰ δὲ πολλὰ τετταράκοντα. τὸ δέ γε φύλλον οὐκ ἔλαττον ἔχει πέλτης, καρπὸν δὲ σφόδρα μικρὸν ἡλίκον ἐρέβινθον ὅμοιον δὲ σύκῳ· δι᾿ ὃ καὶ ἐκάλουν αὐτὸ οἱ Ἕλληνες συκῆν· ὀλίγον δὲ θαυμαστῶς τὸν καρπὸν οὐχ ὅτι κατὰ τὸ τοῦ δένδρου μέγεθος ἀλλὰ καὶ τὸ ὅλον. φύεται δὲ καὶ τὸ δένδρον περὶ τὸν Ἀκεσίνην ποταμόν.