Ancient Greek · ~3 min
Δ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.5-2
Not analysed yet
Ἔστι δὲ καὶ ἕτερον δένδρον καὶ τῷ μεγέθει μέγα καὶ ἡδύκαρπον θαυμαστῶς καὶ μεγαλόκαρπον· καὶ χρῶνται τροφῇ τῶν Ἰνδῶν οἱ σοφοὶ καὶ μὴ ἀμπεχόμενοι. Ἕτερον δὲ οὗ τὸ φύλλον τὴν μὲν μορφὴν πρόμηκες τοῖς τῶν στρουθῶν πτεροῖς ὅμοιον, ἃ παρατίθενται παρὰ τὰ κράνη, μῆκος δὲ ὡς διπηχυαῖον. Ἄλλο τέ ἐστιν οὗ ὁ καρπὸς μακρὸς καὶ οὐκ εὐθὺς ἀλλὰ σκολιὸς ἐσθιόμενος δὲ γλυκύς. οὗτος ἐν τῇ κοιλίᾳ δηγμὸν ἐμποιεῖ καὶ δυσεντερίαν, δι᾿ ὃ Ἀλέξανδρος ἀπεκήρυξε μὴ ἐσθίειν. ἔστι δὲ καὶ ἕτερον οὗ ὁ καρπὸς ὅμοιος τοῖς κρανέοις. Καὶ ἕτερα δὲ πλείω καὶ διαφέροντα τῶν ἐν τοῖς Ἕλλησιν ἀλλ᾿ ἀνώνυμα. θαυμαστὸν δ᾿ οὐδὲν τῆς ἰδιότητος· σχεδὸν γάρ, ὥς γε δή τινές φασιν, οὐθὲν ὅλως τῶν δένδρων οὐδὲ τῶν ὑλημάτων οὐδὲ τῶν ποιωδῶν ὅμοιόν ἐστι τοῖς ἐν τῇ Ἑλλάδι πλὴν ὀλίγων.