Ancient Greek · ~2 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.4-6
Not analysed yet
καὶ τἆλλα, πλείω γάρ ἐστι. διαφέρουσι δ᾿ ἀλλήλων πρὸς τοῖς εἰρημένοις τῷ τὰ μὲν πολύκαυλα εἶναι καὶ ἀποφύσεις ἔχειν, ὥσπερ ὁ ἄκανος, τὰ δὲ μονόκαυλα καὶ μὴ ἔχειν, ὥσπερ ὁ κνῆκος, ἔνια δ᾿ ἄνωθεν ἔχειν ἐξ ἄκρου, καθάπερ τὸ ῥύτρος. καὶ τὰ μὲν εὐθὺς τοῖς πρώτοις ὑετοῖς βλαστάνειν τὰ δ᾿ ὕστερον, ἔνια δὲ καὶ τοῦ θέρους, ὥσπερ καὶ ἡ τετράλιξ ὑπό τινων καλουμένη καὶ ἡ ἰξίνη· καὶ ἐπὶ τῶν ἀνθῶν ὁμοίως· ὀψιανθὴς γὰρ ὁ σκόλυμος καὶ ἐπὶ πολὺν χρόνον.