Ancient Greek · ~3 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.3-6
Not analysed yet
Τῶν δὲ φυλλακάνθων τὸ πλεῖστον γένος ὡς ἁπλῶς εἰπεῖν ἀκανῶδες τυγχάνει· λέγω δὲ τὸ ἀκανῶδες, ὅτι τὸ κύημα καὶ ἐν ᾧ τὸ ἄνθος ἢ καὶ ὁ καρπὸς ἄκανος ἢ ἀκανῶδες πάντων ἐστί. διαφορὰν δὲ ἔχει ἐν ἑαυτῷ καὶ μεγέθει καὶ σχήματι καὶ χρώματι καὶ πλήθει καὶ ὀλιγότητι τῶν ἀκανθῶν καὶ τῶν ἄλλων. ἔξω γὰρ ὀλίγων πάνυ, καθάπερ τοῦ στρουθίου τε καὶ τοῦ σόγκου καὶ εἴ τινων ἑτέρων, τὰ λοιπὰ πάντα ὡς εἰπεῖν τοιαύτην ἔχει τὴν φύσιν· ἐπεὶ καὶ ὁ σόγκος τήν γε φύσιν ἀκανθώδη ἔχει, τὸ δὲ σπερματικὸν οὐχ ὅμοιον· ἀλλὰ τά γε τοιαῦτα πάντα οἶον ἄκορνα λευκάκανθα χάλκειος κνῆκος πολυάκανθος ἀτρακτυλὶς ὀνόπυξος ἰξίνη χαμαιλέων· πλὴν οὗτος οὐ φυλλάκανθος, σκόλυμος δέ, ὃς καὶ λειμωνία, φυλλ άκανθος·