Ancient Greek · ~2 min
Η, Chapter 4
Theophrastus, Enquiry into Plants 4.5s
Not analysed yet
Ὡσαύτως δὲ καὶ τῆς θριδακίνης· ἡ γὰρ λευκὴ γλυκυτέρα καὶ ἁπαλωτέρα. γένη δὲ αὐτῆς ἐστὶν ἄλλα τρία, τό τε πλατύκαυλον καὶ στρογγυλόκαυλον καὶ τρίτον τὸ Λακωνικόν· αὕτη δὲ τὸ μὲν φύλλον ἔχει σκολυμῶδες, ὀρθὴ δὲ καὶ εὐαυξὴς καὶ ἀπαράβλαστος ἐκ τοῦ καυλοῦ. τῶν δὲ πλατειῶν οὕτω τινὲς πλατύκαυλοι γίνονται ὥστ᾿ ἐνίους φασὶ καὶ θύραις χρῆσθαι κηπουρικαῖς. τὸ δὲ ὀπῶδες σφόδρα καὶ μικρόφυλλον καὶ λευκοκαυλότερον ἔοικεν ἀγρίᾳ.