Ancient Greek · ~3 min
Η, Chapter 4
Theophrastus, Enquiry into Plants 4.6-5
Not analysed yet
Τῶν δὲ σελίνων καὶ ἐν τοῖς φύλλοις καὶ ἐν τοῖς καυλοῖς αἱ διαφοραί· τὸ μὲν γὰρ πυκνὸν καὶ οὖλον καὶ δασὺ τὸ φύλλον ἔχει, τὸ δὲ μανότερον καὶ πλατύτερον καυλὸν δὲ μείζω. τούτων δὲ πάλιν τὰ μὲν λευκόκαυλα τὰ δὲ πορφυρόκαυλα ἢ ποικιλόκαυλα· τὸ δ᾿ ὅλον ἅπαν τὸ τοιοῦτον ἐμφερέστερον τῷ ἀγρίῳ. Σικύου δὲ καὶ κολοκύντης τοῦ μὲν εἶναί φασι γένη τῆς δ᾿ οὐκ εἶναι, καθάπερ τῆς ῥαφανῖδος καὶ τῆς γογγυλίδος, ἀλλ᾿ ἐν τῷ αὐτῷ γένει τὰς μὲν βελτίους τὰς δὲ χείρους. τοῦ δὲ σικύου τρία, Λακωνικὸν σκυταλίαν Βοιώτιον· τούτων δὲ ὁ μὲν Λακωνικὸς ὑδρευόμενος βελτίων, οἱ δ᾿ ἕτεροι ἀνύδρευτοι.