Ancient Greek · ~2 min
Δ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.7
Not analysed yet
Φασὶ δ᾿ εἶναι καὶ τέρμινθον, οἱ δ᾿ ὅμοιον τερμίνθῳ, ὃ τὸ μὲν φύλλον καὶ τοὺς κλῶνας καὶ τἆλλα πάντα ὅμοια ἔχει τῇ τερμίνθῳ τὸν δὲ καρπὸν διάφορον· ὅμοιον γὰρ ταῖς ἀμυγδαλαῖς. εἶναι γὰρ καὶ ἐν Βάκτροις τὴν τέρμινθον ταύτην καὶ κάρυα φέρειν ἡλίκα ἀμύγδαλα διὰ τὸ μὴ μεγάλα· καὶ τῇ ὄψει δὲ παρόμοια, πλὴν τὸ κέλυφος οὐ τραχύ. τῇ δ᾿ εὐστομίᾳ καὶ ἡδονῇ κρείττω τῶν ἀμυγδάλων. δι᾿ ὃ καὶ χρῆσθαι τοὺς ἐκεῖ μᾶλλον.