Ancient Greek · ~1 min
Δ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.8
Not analysed yet
Ἐξ ὦν δὲ τὰ ἱμάτια ποιοῦσι τὸ μὲν φύλλον ὅμοιον ἔχει τῇ συκαμίνῳ, τὸ δὲ ὅλον φυτὸν τοῖς κυνορόδοις ὅμοιον. φυτεύουσι δὲ ἐν τοῖς πεδίοις αὐτὸ κατ᾿ ὄρχους, δι᾿ ὃ καὶ πόρρωθεν ἀφορῶσι ἄμπελοι φαίνονται. ἔχει δὲ καὶ φοίνικας ἔνια μέρη πολλούς. καὶ ταῦτα μὲν ἐν δένδρου φύσει.