Ancient Greek · ~3 min
Η, Chapter 4
Theophrastus, Enquiry into Plants 4.7-4
Not analysed yet
Διαφέρει δὲ γένει καὶ τὰ κρόμυα καὶ τὰ σκόροδα. πλείω δὲ τοῦ κρομύου τὰ γένη, οἷον τὰ κατὰ τὰς χώρας ἐπικαλούμενα Σάρδια Κνίδια Σαμοθράκια, καὶ πάλιν τὰ σητάνια καὶ σχιστὰ καὶ Ἀσκαλώνια. τούτων δὲ τὰ μὲν σητάνια μικρὰ γλυκέα δὲ εὖ μάλα, τὰ δὲ σχιστὰ καὶ ἀσκαλώνια καὶ ταῖς θεραπείαις διαφέροντα καὶ δῆλον ὅτι τῇ φύσει· τὸ γὰρ σχιστὸν τῷ μὲν χειμῶνι μετὰ τῆς κόμης ἐῶσιν ἀργόν, ἅμα δὲ τῷ ἦρι τὰ φύλλα περιαιροῦσι τὰ ἔξω καὶ τὰ ἄλλα θεραπεύουσι· περιαιρεθέντων δὲ τῶν φύλλων ἕτερα βλαστάνει καὶ ἅμα κάτω σχίζεται, δι᾿ ὃ καλοῦσι σχιστά. οἱ δὲ καὶ ὅλως φασὶ πάντων δεῖν, ὅπως ἡ δύναμις εἰς τὸ κάτω καὶ μὴ σπερμοφυῇ.