Ancient Greek · ~2 min
Δ, Chapter 4
Theophrastus, Enquiry into Plants 4.9
Not analysed yet
Φέρει δὲ καὶ σπέρματα ἴδια, τὰ μὲν τοῖς χεδροποῖς ὅμοια τὰ δὲ τοῖς πυροῖς καὶ ταῖς κριθαῖς. ἐρέβινθος μὲν γὰρ καὶ φακὸς καὶ τἆλλα τὰ παῤ ἡμῖν οὐκ ἔστιν· ἕτερα δ᾿ ἐστὶν ὥστε παραπλήσια ποιεῖν τὰ ἑψήματα καὶ μὴ διαγιγνώσκειν, ὥς φασιν, ἂν μή τις ἀκούσῃ. κριθαὶ δὲ καὶ πυροὶ καὶ ἄλλο τι γένος ἀγρίων κριθῶν, ἐξ ὦν καὶ ἄρτοι ἡδεῖς καὶ χόνδρος καλός. ταύτας οἱ ἵπποι ἐσθίοντες τὸ πρῶτον διεφθείροντο, κατὰ μικρὸν δὲ οὖν ἐθισθέντες ἐν ἀχύροις οὐδὲν ἔπασχον.