Ancient Greek · ~2 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 5
Theophrastus, Enquiry into Plants 5.1
Not analysed yet
V. Πειρατέον δ᾿ εἰπεῖν τὰς κατὰ μέρος διαφορὰς ὡς ἂν καθόλου λέγοντας πρῶτον καὶ κοινῶς, εἶτα καθ᾿ ἕκαστον, ὕστερον ἐπὶ πλεῖον ὥσπερ ἀναθεωροῦντας. Ἔστι δὲ τὰ μὲν ὀρθοφυῆ καὶ μακροστελέχη καθάπερ ἐλάτη πεύκη κυπάριττος, τὰ δὲ σκολιώτερα καὶ βραχυστελέχη οἷον ἰτέα συκῆ ῥοιά, καὶ κατὰ πάχος δὲ καὶ λεπτότητα ὁμοίως. καὶ πάλιν τὰ μὲν μονοστελέχη τὰ δὲ πολυστελέχη· τοῦτο δὲ ταὐτὸ τρόπον τινὰ καὶ τῷ παραβλαστητικὰ ἡ ἀπαράβλαστα εἶναι· καὶ πολυκλαδῆ καὶ ὀλιγόκλαδα καθάπερ ὁ φοῖνιξ. καὶ ἐν αὐτοῖς τούτοις ἔτι κατὰ ἰσχὺν ἡ πάχος ἡ τὰς τοιαύτας διαφοράς.