Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 5
Theophrastus, Enquiry into Plants 5.2
Not analysed yet
πάλιν τὰ μὲν λεπτόφλοια, καθάπερ δάφνη φίλυρα, τὰ δὲ παχύφλοια. καθάπερ δρῦς. ἔτι τὰ μὲν λειόφλοια, καθάπερ μηλέα συκῆ, τὰ δὲ τραχύφλοια, καθάπερ ἀγρία δρῦς φελλὸς φοῖνιξ. πάντα δὲ νέα μὲν ὄντα λειοφλοιότερα, ἀπογηράσκοντα δὲ τραχυφλοιότερα, ἔνια δὲ καὶ ῥηξίφλοια, καθάπερ ἄμπελος, τὰ δὲ καὶ ὡς περιπίπτειν, οἷον ἀνδράχλη μηλέα κόμαρος. ἔστι δὲ καὶ τῶν μὲν σαρκώδης ὁ φλοιός, οἶον φελλοῦ δρυὸς αἰγείρου· τῶν δὲ ἰνώδης καὶ ἄσαρκος ὁμοίως δένδρων καὶ θάμνων καὶ ἐπετείων, οἷον ἀμπέλου καλάμου πυροῦ. καὶ τῶν μὲν πολύλοπος, οἷον φιλύρας ἐλάτης ἀμπέλου λινοσπάρτου κρομύων, τῶν δὲ μονόλοπος, οἷον συκῆς καλάμου αἴρας. κατὰ μὲν δὴ τοὺς φλοιοὺς ἐν τούτοις αἱ διαφοραί.